φωτό: Νίκος Μαγγίνας |
ΕΠΙ Τῌ ΕΠΕΤΕΙῼ ΤΗΣ ΠΑΤΡΙΑΡΧΙΚΗΣ ΕΚΛΟΓΗΣ
τοῦ Κων/νου Δ. Μενιδιάτη,
Δρος Χημείας τοῦ ΕΚΠΑ.
Φοιτητοῦ Θεολογίας τοῦ ΕΚΠΑ
Βύζαντος Πόλεως τὰς ἀρχαίας καὶ προγονικὰς ἑστίας,
Αείποτε φυλάσσων, Πάτερ Παναγιώτατε,
Ρείρθοις ζωηρρύτοις τὴν περίγειον ἅπασαν καταρδεύεις.
Θ είας ἐπισκοπῆς καὶ βωμῶν πατρῴων ὁ ἀκοίμητος φύλαξ,
Ολην Οἰκουμένην εἰς νομὰς Κυρίου νημερτῶς ὁδηγεῖς.
Λύμην τῶν σχισμάτων ἀποσκορακίζων διηνεκῶς,
Ομβρους θείους καὶ καθαρτικοὺς πέμπεις ἐκ Φαναρίου,
Μυσσαρὰς φωνὰς καὶ τὰς τῶν βεβήλων οἰμωγάς,
Αοράτων ἐχθρῶν καὶ ἀντικειμένων ὁρατῶν βέλη πεπυρωμένα
Ιδίαις στιβαραῖς ὠλέναις ἀποδιώκεις θαρσαλέως.
Ολον ἀρούρης τὸ ἄχθος, ὡς Ἄτλας, στερρῶς βαστάζων,
Υπὲρ Χριστοῦ ὅλως πυρίφλεκτος λαμπὰς γέγονας,
Τεῖνον χεῖρα κραταιάν, Σὺ τῶν ὀρθοδόξων Ἀκρώρεια,
Οθνείας κενοφωνίας καὶ ἀθέσμους περιπλοκὰς διάλυσον,
Υπερασπιστὰ ὁρίων πατέρων ἀμεταθέτων καὶ ἱερῶν.
Πολέμησον τοὺς πολεμοῦντάς Σε ὅτι κραταιὸς Ἄναξ εἶ,
Αδικοῦντάς Σε δίκασον καὶ ἐπιλαβοῦ ῥομφαίας καὶ δόρατος,
Νῦν ὑπὲρ ὁσίων ὁ ἀγὼν ὁ καλὸς καὶ νικοποιός,
Υ πὲρ τῆς Χριστοῦ Πενήτων Μεγάλης Ἐκκλησίας.
Πασῶν Ἐκκλησιῶν Σὺ ἡ ἀλογοπράγητος κρίσις καὶ ἀμετάθετος,
Ομίλου Ἐπισκόπων ἡ Ἔκκλητος καταφυγὴ καὶ ἀσφελεστάτη.
Λιμὴν ἀκύμαντος καὶ πόντος γαληνότατος καὶ οἴνωψ,
Λ ῦσον τὰς τῶν πονηρῶν ῥαδιουργίας καὶ θραῦσον λεόντων μύλας,
Αρχὴ Σὺ καὶ Πηγὴ Ἀρχιερωσύνης τῶν ἐν τοῖς βαρβαρικοῖς
Τῦφον καὶ ὀφρὺν ἐπηρμένην ταχέως ταπείνωσον
Αλαλα τὰ χείλη τὰ ρυπαρὰ πρεπόντως κατάστησον.
Εντεινον καὶ ἀρχιεράτευε ὁ Μέγας Ἱεροθύτης καὶ Μυστάρχης,
Τήρησον πίστιν τὴν ἁγίαν τῶν Ὀρθοδόξων ὅτι,
Ημέρα τηλαυγὴς καὶ φωτόμορφος προφθάνει. Γένοιτο!!!