ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΑΔΡΙΑΝΟΥΠΟΛΕΩΣ ΑΜΦΙΛΟΧΙΟΥ
ΛΟΓΟΣ ΕΠΙ Τῌ ΕΑΥΤΟΥ ΧΕΙΡΟΤΟΝΙᾼ,
ΦΑΝΑΡΙΟΝ, ιη’ Ὀκτωβρίου ,βιδ’
Παναγιώτατε καὶ πανσέβαστέ μοι, Πάτερ καὶ Δέσποτα,
Σεβασμιώτατοι ἅγιοι Ἀρχιερεῖς,
Ἱερὲ τῶν Κληρικῶν καὶ μοναχῶν κατάλογε,
ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοί,
«Ἴδιον ἀρχιερέως τὸ προσφέρειν δῶρα τῷ τῶν ὅλων Θεῷ. Τούτου χάριν ὁ Μονογενὴς ἐνανθρωπήσας, καὶ τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ταύτην ὑπὲρ ἡμῶν προσενήνοχε»1, λέγει ὁ Κύρου Θεοδώρητος διερμηνεύων τόν μέγα τὸν ἐθνῶν Ἀπόστολον2. Καὶ κατὰ πρῶτον μὲν δῶρα λέγει αὐτὴν τὴν φρικωδεστάτην καὶ ἀναίμακτον ἱερουργίαν ἐν δευτέροις δὲ, πᾶν τί τὸ καθ΄ ἑαυτόν∙ βίον, πολιτείαν, ἔργα, λόγια, καρδίαν, νοῦν, χαρίσματα, τάλαντα, ψυχὴν καὶ ὑπόστασιν. Ταῦτα πάντα, ὡς θυσίαν καὶ ὁλοκάρπωμα ὑπὸ τοῦ ἀρχιερέως προσφέρονται Κυρίῳ τῷ Θεῶ καθ’ ἡμέραν καὶ ἐν τῷ βίῳ ὁλοκλήρῳ.
Συνέχει μὲ ὁ λόγος καὶ δειλιῶν διαλογίζομαι: «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;»3∙ τί ἀνταποδώσω τῇ Μεγάλῃ Ἐκκλησίᾳ περὶ πάντων ὧν ἐδωρήσατό μοι; τί ἀνταποδώσω Σοι τῷ Πρώτῳ τῆς Οἰκουμένης Ἱεροθύτῃ καὶ Δεσπότη περὶ πάντων ὧν ἐχαρίσατό μοι; Πτωχός εἰμι ἐγὼ καὶ πένης, καὶ οὐ δυνάμαι κατ’ ἀξίαν προφέρειν δωρήματά τε καὶ ἁγιστείας τῷ τῶν ὅλων Δεσπότῃ. Ἐνδεὴς καὶ ἐξουθενημένος καὶ ἡ ἰσχὺς μου ἐγκατέλειπέ με καὶ οὐ δύναμαι τὸ τῆς Ἀρχιερωσύνης ἔμπονον βαστάζειν. Τετάρακται ἡ καρδία μου, καὶ ἐσαλεύθησαν οἱ πόδες μου καὶ ἔμφοβος ἐγενόμην διὰ τῆς εὐεργεσίας τὸ ὑπερβάλον καὶ τῆς Πατριαρχικῆς Σου καρδίας τὸ εὐσυμπάθητον καὶ ἀγαπητικόν.
Τί δώσῃ μοι ψαλτήριον τερπνὸν δεκάχορδον καὶ κιθάραν ἡδυμελίφθογγον; Τίς δανείσῃ μοι φωνὴν ἡδύμολπόν τε καὶ λυγηρά; Τίς κατασκευάσῃ σάλπιγγαν χαλκίνην; Τίς προσφέρῃ μοι γλῶτταν εὐδίνητον ὑπὲρ κάλαμον γραμματέως ὀξυγράφου διὰ νὰ παραστήσω τῆς δωρεᾶς τὸ ἀμήχανον, τῆς εὐλογίας τὸ δυσεξαρίθμητον καὶ ἐν ταυτῷ τῆς εὐχαριστίας τὸ ἄπειρον.
Διπλῆν καὶ πολλαπλῆν αἰσθάνομαι, τὴν ἱερὰν καὶ μοναδικὴν ταύτην ὥραν, τὴν δωρεὰν τοῦ Δεσπότου, ἀλλὰ καὶ τὴν τιμὴν καὶ τὴν εὐεργεσίαν καὶ τὴν εὐθύνην. Κατεστάθην σήμερον, ἀπείρῳ Θεοῦ συγκαταβάσει καὶ Πατριαρχικῇ Σου παρακελεύσει Ἐπίσκοπος τῆς Πρωταρίστου Ἐκκλησίας καὶ τέκνον Σόν, τέκνον Πατρὸς περιφανοῦς, τοῦ ἀγγέλου τῆς κατὰ τὴν Βασιλίδα τῶν Πόλεων Ἐκκλησίας, τοῦ ἀστέρος τοῦ τηλαυγοῦς καὶ ὑπεράλλου, τοῦ Οἰκουμενικοῦ Πατριάρχου καὶ κοινοῦ Πατρός πάντων ἡμῶν!!!
Εὐχαῖς καὶ ἱκεσίαις Σαῖς καὶ τῶν ἁγίων Ἀρχιερέων ἐπεφοίτησε πρὸ μικροῦ τὸ ἀκτιστοσυμπλαστουργοσύνθρονον καὶ τελεταρχικὸν Πνεῦμα, τὸ Πνεῦμα τῆς ἀληθείας ἐπ’ ἐμὲ τὸν μικρὸν ἐν ἀδελφοῖς πολλοῖς καὶ ἔχρισέ με ἐλαίῳ ἀγαλλιάσεως πνευματικῷ καὶ εἰσήγαγέ με εἰς τὰ ἐνδότερα τοῦ καταπετάσματος, εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς τὴν πληρότητα τῶν χαρισμάτων καὶ περικεκάλυψέ με τῇ τῆς ἀρχιερωσύνης χάριτι.
Δυσβάστακτος, ὡς ἄχθος ἀρούρης, ἐπέπεσεν ἐπὶ τῶν ἀσθενικῶν ὥμων μου ὁ γόμος διά τε τὸ τῆς ἀρχιερατικῆς τιμῆς μέγα ὑπούργημα, ὅσον δὲ καὶ διὰ τῆς ὑπὸ τῆς Σῆς Σεπτῆς τῶν Ὀρθοδόξων Κορυφῆς ἀνατεθείσης ἐν Ἀθήναις ἐκπροσωπήσεως καὶ Διευθύνσεως τοῦ ἐκεῖσε Πατριαρχικοῦ Γραφείου. Τὴν βαρυτάτην εὐθύνην τὴν συνέχουσαν τὴν ἐμὴν καρδίαν ἐπιτείνει τὸ γεγονὸς τῆς διαδοχῆς ἐν τῇ Μητροπολιτικῇ Καθέδρα τῆς ἁγιωτάτης Ἐπαρχίας Ἀδριανουπόλεως σειρᾶς εὐμεγέθους καὶ κραταιᾶς Ἀρχιερέων ἀναλωσάντων τὴν ἑαυτῶν ψυχὴν εἰς τὸ γεώργιον τοῦ Κυρίου πρὸς δόξαν Αὐτοῦ καὶ τῆς Μεγάλης Ἐκκλησίας˙ εἰς δὲ, τὸ ἐν Ἀθήναις Γραφεῖον Ἐκπροσωπήσεως τὸν πολυσέβαστον μοι Γέροντα Μητροπολίτην Περγάμου Ἰωάννην, τὸν τὴν Θεολογίας γίγαντα ἐν τοῖς καθ'ἡμᾶς χρόνοις, τὸν ἔμπλεον σοφίας καὶ πείρας, οὐ τῆς τυχούσης ἐν τοῖς θύραθεν καὶ ἰδίᾳ τοῖς ἐκκλησιαστικοῖς.
Ἔνδον τοῦ πεφιλημένου καὶ παμποθήτου μοι οἴκου τῶν τοῦ Χριστοῦ πενήτων, ἐν ᾧ τὰ φοβερὰ καὶ θαυμάσια τελεσιουργοῦνται ἐπὶ πλείους αἰῶνας διὰ τὴν ἑνότητα, εὐστάθειαν καὶ εὐζωίαν τῆς Μιᾶς, Ἁγίας Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, σύνεγγυς τοῦ ἁγίου Θυσιαστηρίου τοῦ Πανσέπτου καὶ ταπεινομόρφου Πατριαρχικοῦ Ναοῦ, τῆς ποτνίας τῆς Θεομήτορος Παμμακαρίστου εἰκόνος, τῶν χαριτοβρύτων λειψάνων τῶν ἀρχιεπισκόπων Κων/πόλεως Ἰωάννου τοῦ Χρυσοστόμου καὶ Γρηγορίου τοῦ Θεολόγου καὶ τῶν σκηνωμάτων τῶν ἀγίων: Εὐφημίας τῆς Πανευφήμου, Θεοφανοῦς τῆς Βασιλίσσης καὶ Σολωμονῆς τῆς Μητρὸς τῶν Μακκαβαίων παίδων, ὑπισχνοῦμαι καὶ καθομολογῶ καὶ ὁμνύω ἐξ ὅλης καρδίας καὶ ἰσχύος καὶ δυνάμεως, τὴν ἕως ἐχάτης μου ἀναπνοῆς καὶ ἰκμάδος ἀφοσίωσιν καὶ ὑπακοὴν εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν καὶ Σὲ τὸν Αὐτῆς Πρῶτον, τὸν κοινὸν ἡμῶν Δεσπότην καὶ Πατέρα, τὸν Οἰκουμενικὸν Πατριάρχην.
Ἔτι δέ, διαπρυσίῳ καὶ γεγονυῖα τῇ φωνῇ διαβεβαιῶ, διακηρύττω καὶ φθέγγομαι τὴν ἕως τερμάτων καταδάνησιν τῶν πενιχρῶν καὶ ἀνεπαρκῶν δυνάμεων τῆς ἐμῆς οὐδενίας ὑπὲρ τῆς κατευοδόσεως καὶ ὑπερασπίσεως τῶν ἀμεταπτώτων ἱεροκανονικῶν θυσιαστικῶν εὐθυνῶν τῆς Πανιέρου καὶ Πρώτης τῶν Ὀρθοδόξων Καθέδρας. Τῆς Ἀποστολικῆς αὐτῆς βάσεως καὶ κοινῆς Μητρὸς τῶν Ὀρθοδόξων ἐπὶ τῆς ὁποίας τεθεμελιώθησαν αἱ ἀνὰ τὴν Οἰκουμένην Ἐκκλησίαι, καὶ ὄχι μόνον ἐθεμελιώθησαν, ἀλλὰ καὶ ἀπηρτίσθησαν καὶ ἀνετράφησαν καὶ ηὐξήθησαν καὶ δὲν ἐλησμονήθησαν καὶ δὲν ἀπεχωρίσθησαν τῆς μερίμνης, τῆς θυσίας, τοῦ πόθου καὶ τοῦ μόχθου καὶ τῆς ἐξαντλήσεώς Της.
Ἐξ αὺτῆς τῆς πνευματεμόρφου μερίμνης καὶ τοῦ σταυροαναστασίμου ἄλγους ἀναζωοῦται καὶ ἀνακαινίζεται τὸ πενιχρὸν Φανάριον καὶ ἀναχωνεύει τὰ δυσαχθῆ καὶ ἀναμορφώνει τὰ ἀπερίτεχνα, καὶ καθηδύνει τὰ πικρά, καὶ μεγεθύνει τὰ ὀλίγα, καὶ βαστάζει τὸ βάρος τῆς ἀνὰ τὴν Οἰκουμένην Ἐκκλησιαστικῆς ὁλότητος καὶ ἐπιμερίζει τὸ σύνολον, καὶ συνάγει τὰ διεστῶτα, καὶ περικρατεῖ τὴν ἑνότητα ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης, καὶ φρυκτωρεῖ τὴν ἁγιότητα, καὶ οὐκ ἀφίσταται τῶν παραδεδομένων, καὶ ἀνανεοῖ τὸ παρελθὸν ἐμφανίζον τὸ μέλλον καὶ τὸ ἐπέκεινα αὔριον διαισθανόμενον τὸ ἀναγκαῖον καὶ προρὸν τὸν ποθούμενον καὶ ἐλπιζόμενον, τὸν πάλιν ἐρχόμενον Κύριον τῆς δόξης τὸν Σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν.
Εἰς αὐτὸ τὸ θαῦμα τῆς Ἐκκλησίας, αὐτὴν τὴν ἐπιβεβαίωσιν τῆς ἀληθείας, αὐτὴν τὴν διαρκῆ καὶ ἀένανον αὔραν τοῦ Παναγίου Πνεύματος, τὴν ἐπιπαφλάζουσαν εἰς τὸ σπηλαιώδες καὶ φατνικὸν Φανάριον, τὸ νέον καὶ ἐν ταυτῷ ἀρχέγονον ὑπερῶον τὸ διαγγέλον εἰς τὸν περίγειον κόσμον τὴν Εὐαγγελικὴν σωτηρίαν καὶ συνάγονεἰς τὸ Πρόσωπον τοῦ Προκαθημένου τῆς εὐθύνης καὶ τῆς διακονίας Ποιμένος αὐτοῦ, τοῦ Ἀρχιεπισκόπου τῆς Βασιλίδος, τῆς Κωνσταντινουπόλεως, ὅλην τὴν ζωήρητον πίστιν εἰσέρχομαι ὡς ἔσχατος, ἵνα μαθητεύσω, ἵνα ἐμποτισθῶ ἐκ τῶν ναμάτων του, ἵνα μεθύσω ἐκ τοῦ ἀκράτου ποτηρίου του, ἵνα φωτισθῶ ἐκ τοῦ φωτός του, ἵνα ταυτισθῶ μετὰ τῆς πείρας του, ἵνα ἐναρμονισθῶ εἰς τὸ αἰωνίον μελώδημα του, ἵνα μεταδώσω ἐξ αὐτοῦ εἰς τοὺς πὲριξ καὶ ἔγγιστα ὅ,τι ἅγιον, ὅ,τι σωτήριον.
Περισσότερον ἢ ἄλλοτε σήμερον ἔχομεν ἀνάγκην τοῦ ἤθους, τῆς ἀρετῆς, τῶν ἀρχῶν καὶ τῶν πιστευμάτων τῆς Μεγάλης Ἐκκλησίας. Τῆς Μητρὸς καὶ προστάτιδος Ἐκκλησίας ὅλων τῶν ὀρθοδόξων, ἐξαιρέτως δὲ τῶν Ῥωμῃῶν, ὅπως Αὐτὴ νοεῖ καὶ πιστεύει τὴν Ῥωμηοσύνην εἰς ὑπερεθνικὴν διάστασιν καὶ βάσιν, εἰς ἑνοτικὴν προοπτικὴν καὶ ἀρχοντικὴν μεγαλωσύνην.
Αὐτὴν τὴν ἀποβολὴν τοῦ ἐπαρχιωτισμοῦ καὶ τὴν ἔνδυσιν τῆς Καθολικότητος ἐφρόνει καὶ ἐμαρτύρει διαχρονικῶς τὸ Οἰκουμενικὸν Πατριαρχεῖον αὐτὴν καταθέτει καὶ κληροδοτεῖ καὶ σήμερον εἰς πεῖσμα τῶν μικροψύχων, πρὸς καινισμὸν τοῦ σώματος τοῦ Χριστοῦ εἰς δόξαν τοῦ Τρισαγίου Θεοῦ.
Κατακλείων τὴν ἀφιλότεχνον ἀναφορὰν μου ἐπιτρεψατέ μου Παναγιώτατε Δέσποτα, ὅπως στρέψω τὸν λόγον εἰς τὴν ἀναθρεψαμένην με ἐν πνεύματι Μονὴν τῆς Ἁγίας Παρασκευῆς, τὴν Μονὴν τῆς μετανοίας μου, τὴν περιποιουμένην διὰ τῆς Σῆς περισσῆς στοργῆς, φροντίδος καὶ προστασίας καὶ μνησθῶ ἐν ταυτῷ -μετ'εὐχαριστίας καρδιακῆς καὶ χρεώσεως- τοῦ μακαριστοῦ καὶ ἀοιδίμου Γέροντός μου, Ἀρχιμανδρίτου Δαμασκηνοῦ, τοῦ ἐν ἁγιότητι βίου μεμαρτυρημένου, δι'ὅ,τι ἐπροσέφερε μοι, ἰδιαιτέρως δὲ, διὰ τὴν ὀρθοφροσύνην του εἰς τὸ μυστήριον τῆς Ἐκκλησίας.
Προσέτι, εὐχαριστῶ ὅλῃ τῇ ἐν Χριστῷ ἡμῶν Μοναχικῇ Ἀδελφότητι διὰ τὴν ἀγάπην καὶ ἀνοχήν της πρὸς ἐμέ. Ἐξαιρέτως δὲ, μνημονεύω τῶν ἀγαπητῶν ἐν Χριστῷ παραδελφῶν μου, τοῦ Γέροντος καὶ Καθηγουμένου Ἀρχιμανδρίτου Χρυσοστόμου καὶ τοῦ Μητροπολίτου Καμεροὺν Γρηγορίου, οἱ ὁποῖοι ἀπαρτίζουν τὸ ὅλον τῆς ψυχῆς μου.
Ἐπισυνάπτω συγχρόνως, τὴν ἐκ βαθέων εὐγνωμοσύνην μου εἰς τὸν πρὸ ὀλίγου ἐκδημήσαντα πρὸς Κύριον Μητροπολίτην Μεγάρων καὶ Σαλαμῖνος κυρὸν Βαρθολομαῖον, τὸν σεσοφισμένον καὶ ἄρχοντα τῆς Ἐκκλησίας, τὸν χειροτονήσαντά με καὶ διδάξαντά με τὴν ἀγάπην καὶ τὸ πάθος διὰ τὴν Μεγάλην Ἐκκλησίαν, καὶ τὸ χωρὶς καὶ μακρὰν αὐτῆς ἀνούσιον τῆς ἐν Χριστῷ ζωῆς.
Μνημονεύω ἐπίσης, τοῦ ἐξ ἀπαλῶν ὀνύχων πνευματικοῦ μου Πατρός, Ἱερομονάχου Κυρίλλου, τοῦ Μπουραζερίτου, τοῦ μορφώσαντός μου τὸν εἰς Χριστὸν καὶ κατὰ Χριστὸν πόθον.
Στρέφω συνάμα καὶ τὴν εὐχαριστίαν μου πρὸς τοὺς ἀγαπητοὺς μου γονεῖς, τὸν προαπελθόντα πατέρα μου Μιχαὴλ καὶ τὴν παρισταμένην πολυσέβαστον μητέρα μου Παρασκευήν, τὴν μεγάλως κοπιάσασαν δι'ἐμέ, τὸν μακαριστὸν ἀδελφόν μου Γεώργιον καὶ τὴν ἐξαιρέτως ἀγαπῶσαν με ἀδελφήν μου Ἀναστασίαν.
Καταθέτων δέ, τὰς ὀφειλὰς πρὸς πάντας τοὺς συμμετέχοντας εἰς τὴν χαρὰν ταύτην ἐπαναφέρω τὸν λόγον πρὸς Σὲ καὶ πάλιν Παναγιώτατε, Πάτερ καὶ Δέσποτα καὶ παρακαλῶ, ὅπως εὔχησθε ἐκτενῶς διὰ τὴν κατάστεψιν τῶν κατ'ἐμὲ ὑπὸ τῆς πνοῆς καὶ τῆς χάριτος τοῦ παναγίου Πνεύματος διὰ πρεσβειῶν τῆς Κυρίας Θεοτόκου, τῆς ἁγίας ὁσιοπαρθενομάρτυρος Παρασκευῆς καὶ πάντων τῶν Ἁγίων, ὥστε νὰ ἀνταποκριθῶ ἔστω καὶ δι'ὀλίγων εἰς τὰς ἐπ'ἐμοὶ ἐλπίδας τῆς Ἐκκλησίας καὶ τῆς Ὑμετέρας Θεοτιμήτου Παναγιότητος.
_______________________________
1. Θεοδωρήτου Ἐπισκόπου Κύρου, ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ,PG 82, 736 Α._______________________________
2. «πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται∙ ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ», Ἑβρ. η΄, 2.
3. Ψλμ., ριστ’, 3